Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.168 Joseph. AJ 1.173 (English) >>Joseph. AJ 1.178

1.171

Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσσυρίων κρατούντων τῆς Ἀσίας Σοδομίταις ἤνθει τὰ πράγματα εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν· βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος τε Βαλήνων βασιλεύς· μοίρας δʼ ἦρχον ἕκαστος ἰδίας. 1.172ἐπὶ τούτους στρατεύσαντες Ἀσσύριοι καὶ μέρη τέσσαρα ποιήσαντες τῆς στρατιᾶς ἐπολιόρκουν αὐτούς· στρατηγὸς δʼ ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι. 1.173δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπʼ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου. 1.174οὗτοι τήν τε Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλεως ἀφανισθείσης κοιλὰς ἐκείνη λίμνη γέγονεν Ἀσφαλτῖτις λεγομένη. 1.175περὶ μὲν οὖν τῆς λίμνης ταύτης αὖθις μετʼ οὐ πολὺ δηλώσομεν, τῶν δὲ Σοδομιτῶν συμβαλόντων τοῖς Ἀσσυρίοις καὶ καρτερᾶς τῆς μάχης γενομένης, πολλοὶ μὲν αὐτῶν ἀπέθανον, οἱ λοιποὶ δὲ ᾐχμαλωτίσθησαν, σὺν οἷς καὶ Λῶτος ἤγετο τοῖς Σοδομίταις σύμμαχος ἐληλυθώς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.168 Joseph. AJ 1.173 (English) >>Joseph. AJ 1.178

Powered by PhiloLogic